Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς δρόμον αὐτοκύλιστον ἕλιξ ἐχόρευε κολώνη,
- οἶά τε θελγομένη καὶ ἐν ἀσπίδι· καἰ τάχα φαίης ---
- ποιητήν περ ἐοῦσαν, ὅτι σκιρτήματι παίζων
- κοῦφος ἀκινήτης ἐλελίζετο παλμὸς ἐρίπνης·
- σιγαλέῃ δὲ λύρῃ μεμελημένον ἅνδρα δοκεύων,
- κραιπνὸν ἀνακρούοντα μέλος ψευδήμονι νευρῇ,
- ἀγχιμολεῖν ἔσπευδες, ὅπως τεὸν οὖας ἐρείσας
- πυργοδόμῳ φόρμιγγι καὶ ὑμετέρην φρένα τέρψῃς,
- μολπῆς ἑπτατόνοιο λιθοσσόον ἦχον ἀκούων.
- καὶ σάκος εὐδίνητον, ὅπῃ χορός αἰόλος ἄστρων,
- δαίδαλον ἅρμενον εἶχεν, ἐπεὶ Διὸς ἔνδοθεν αὐλῆς
- Τρώιος οἰνοχόος ζαθέῃ ποικίλλετο τέχνῃ
- αἰετὸν εὐποίητον ἔχων πτερόεντα φορῆα,
- οἶα καὶ ἐν γραφίδεσσι, κατάσχετος ἅρπαγι ταρσῷ·
- ταρβαλέος δʼ ἤικτο διʼ αἰθέρος ἱπτάμενος Ζεύς,
- ἀδρύπτοις ὀνύχεσσι τεθηπότα κοῦρον ἀείρων,
- ἠρέμα κινυμένων πτερύγων πεφιδημένος ὁρμῇ,
- μὴ φονίοις ῥοθίοισι κατακρύπτοιτο θαλάσσης
- ἠερόθεν προκάρηνος ὀλισθήσας Γανυμήδης·
- μοίρας δʼ ἔτρεμε μᾶλλον, ὅπως μὴ πρῶτον ὀπάσσας