Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νειόθι δυομένης κεφαλὴ κατακάμπτεται Ἄρκτου,
  2. ὅσσον ἀνερχομένης ἑτέρης ἀνατείνεται αὐχήν·
  3. διχθαδίης δὲ Δράκοντα μέσον ποίκιλλεν Ἁμάξης,
  4. ὃς σχεδὸν ἀμφοτέρων μεμερισμένα γυῖα συνάπτων
  5. γαστέρος οὐρανίης ἑλικώδεϊ κάμπτεται ὁλκῷ,
  6. ἄψ ἀνασειράζων δέμας αἰόλον, οἷά τε λοξοῦ
  7. Μαιάνδρου κελάδοντος ἕλιξ ῥόος, ὅς διὰ γαίης
  8. δοχμώσας ἐπίκυρτον ὕδωρ σπειρηδὸν ὁδεύει,
  9. εἰς κεφαλὴν Ἑλίκης ἀντώπιον ὄμμα τιταίνων
  10. ἀστραίαις φολίδεσσι δέμας μιτρούμενος, Ἄρκτων
  11. τείρεσιν ἀμφίζωστος· ἐπὶ γλώσσῃ δέ οἱ ἄκρῃ
  12. φέγγος ἀποπτύων προτενὴς ἀμαρύσσεται ἀστήρ,
  13. πέμπων πουλυόδοντα μέσην φλόγα χείλεσι γείτων.
  14. τοῖα μὲν εἰς μέσα νῶτα σοφὸς τεχνήσατο χαλκεὺς
  15. ἀσπίδος εὐτύκτοιο· χαριζόμενος δὲ Λυαίῳ
  16. τεῦξε λυροδμήτοιο βοόκτιτα τείχεα Θήβης,
  17. ἑπταπόρων στοιχηδὸν ἀμοιβαίων πυλεώνων
  18. κτιζομένων· καἰ Ζῆθος ἕην περὶ πατρίδι κάμνων,
  19. θλιβομένῃ πετραῖον ἐπωμίδι φόρτον ἀείρων·
  20. Ἀμφίων δʼ ἐλίγαινε λυροκτύπος· ἀμφὶ δὲ μολπῇ