Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πύργοις δʼ ἠλιβάτοισιν ἐναυλίζοντο πολῖται
  2. δειδιότες, καὶ τεῖχος ἐμιτρώσαντο βοείαις
  3. ἄστεος ὑψιλόφοιο φυλάκτορες. ὲν δὲ κολώναις
  4. ἀσχαλόων Διόνυσος ἐμέμφετο πολλάκις Ἥρῃ,
  5. ὅττι πάλιν φθονέουσα μάχην ἀνεσείρασεν Ἰνδῶν,
  6. πλησαμένης δέκα κύκλα παλιννόστοιο Σελήνης
  7. μετρήσασα μόθοιο τριηκοστῆς δρόμον Ἠοῦς·
  8. νίκης δʼ ἐλπίδα πᾶσαν ἀνερρίπιζον ἀῆται.
  9. παπταίνων δὲ λέοντας ἀεργηλῇ παρὰ φάτνῃ,
  10. οἶα λέων βρυχᾶτο καὶ ἔστενεν ἔνδοθι λόχμης
  11. ὄμμασιν ἀκλαύτοισι· κατηφιόωντι δὲ Βάκχῳ
  12. ἑλκεχίτων Σκυθικοῖο διʼ οὔρεος ἄσπορος Ἄττις
  13. ἵκετο μαστίζων μετανάστιον ἄρμα λεόντων,
  14. Ῥείης θεσπεσίης ταχὺς ἄγγελος, ὅς ποτε χαλκῷ
  15. φοινίξας γονόεντα τελεσσιγάμου στάχυν ἥβης
  16. ῥῖψεν ἀνυμφεύτων φιλοτήσιον ὄγμον ἀρότρων,
  17. ἄρσενος ἀμητοῖο θαλύσιον, αἱμαλέῃ δέ
  18. παιδογόνῳ ῥαθάμιγγι περιρραίνων πτύχα μηροῦ
  19. θερμὸν ἀλοιητῆρι δέμας θήλυνε σιδήρῳ·
  20. ὃς τότε διφρεύων Κυβεληίδος ἅρμα θεαίνης