Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἴνῳ κυματόεντι μέλας κελάρυζεν Ὑδάσπης.
  2. κεῖθι καὶ εὐρυγένειος ἑὸν πόδα νωθρὸν ἑλίσσων
  3. κάμμορος ἀχλυόεσσαν ἔχων ἀλαωπὸν ὀμίχλην,
  4. ξανθὴν λυσιπόνοιο μέθης ἔρραινεν ἐέρσην
  5. ὄμμασι κολλητοῖσιν· ἀρυομένου δὲ προσώπου
  6. οἰνωπὰς ῥαθάμιγγας ἀνωίχθησαν ὀπωπαί·
  7. τερπομένοις δὲ πόδεσσι γέρων ἐχόρευε λιγαίνων
  8. ἰκμάδα φοινίσσουσαν ἀλεξικάκου ποταμοῖο·
  9. χερσὶ δὲ γηραλέῃσι ῥόον νεφεληδὸν ἀφύσσων
  10. πορφυρέης ἔπλησε μέθης εὐώδεας ἀσκούς,
  11. καὶ Διὶ βωμὸν ἀνῆψε καὶ οἰνοχύτῳ Διονύσῳ,
  12. ἀθρήσας Φαέθοντος ἀήθεος ὄψιμον αἴγλην.
  13. καὶ κύνας οἰνωθέντας ἐπʼ ᾐόνι κοῦρος ἐάσας
  14. λαρὸν ὕδωρ λάπτοντας ἐρευθομένου ποταμοῖο
  15. θηρητὴρ ὁμόφοιτος ὀρειάδος ἰοχεαίρης
  16. εἰς πόλιν ἴχνος ἔκαμψεν, ἀπειθέι Δηριαδῆι
  17. ἀγγέλλων γλυκὺ χεῦμα μεθυσφαλέος ποταμοῖο.
  18. ἤδη δʼ ἀμπελόεσσα διʼ ἄστεος ἔτρεχεν ὀδμὴ
  19. καὶ λιαροῖς ἀνέμοισιν ὅλας ἐμέθυσσεν ἀγυιάς,
  20. νίκην Ἰνδοφόνοιο προθεσπίζουσα Λυαίου·