Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄγγελος ἀσχαλόωντι παρήγορος ἦλθε Λυαίῳ·
  2. καί μιν ἰδὼν Διόνυσος ἀνέδραμε, μὴ σχεδὸν ἔλθῃ
  3. Ῥείην πανδαμάτειραν ἄγων ἐπὶ φύλοπιν Ἰνδῶν.
  4. στήσας δʼ ἄγριον ἅρμα, διʼ ἄντυγος ἡνία τείνας,
  5. καὶ ῥοδέης ἀχάρακτα γενειάδος ἄκρα φαείνων
  6. Βάκχῳ μῦθον ἔλεξε, χέων ὀξεῖαν ἰωήν·
  7. ἀμπελόεις Διόνυσε, Διὸς τέκος, ἔγγονε Ῥείης,
  8. εἰπέ μοι εἰρομένῳ, πότε νόστιμος εἰς χθόνα Λυδῶν
  9. ἵξεαι οὐλοκάρηνον ἀιστώσας γένος Ἰωδῶν;
  10. οὔ πω ληιδίας κυανόχροας ἔδρακε Ῥείη,
  11. οὔ πω σοὶ μετὰ δῆριν ὀρεσσαύλῳ παρὰ φάτνῃ
  12. Μυγδονίων ἔσμηξε τεῶν ἱδρῶτα λεόντων
  13. Πακτωλοῦ παρὰ χεῦμα ῥυηφενές· ἀλλὰ κυδοιμοῦ
  14. ἄψοφον ἀενάων ἐτέων στροφάλιγγα κυλίνδεις·
  15. οὔ πω θηροκόμῳ θεομήτορι σύμβολα νίκης
  16. Ἰνδῴων ἐκόμισσας ἑώια φῦλα λεόντων.
  17. ἀλλὰ παρʼ Ἡφαίστοιο καὶ ἀθανάτης σέο Ῥείης
  18. δέχνυσο τεύχεα ταῦτα, τά περ κάμε Λήμνιος ἄκμων,
  19. σὺν χθονὶ πόντον ἔχοντα καὶ αἰθέρα καἰ χορὸν ἄστρων.
  20. οὕ πω μῦθος ἔληγε, καἰ ἴαχε Βάκχος ἀγήνωρ·