Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ μὴ τοῦτο Θέτις γέρας ἥρπασεν. ἀλλὰ λιγαίνειν
  2. πνεῦσον ἐμοὶ τεὸν ἄσθμα θεόσσυτον· ὑμετέρης γὰρ
  3. δεύομαι εὐεπίης, ὅτι τηλίκον Ἄρεα μέλπων
  4. Ἰνδοφόνους ἱδρῶτας ἀμαλδύνω Διονύσου.
  5. ἀλλά, θεά, με κόμιζε τὸ δεύτερον εἰς μέσον Ἰνδῶν,
  6. ἔμπνοον ἔγχος ἔχοντα καὶ ἀσπίδα πατρὸς Ὁμήρου,
  7. μαρνάμενον Μορρῆι καὶ ἄφρονι Δηριαδῆι
  8. σὺν Διὶ καὶ Βρομίῳ κεκορυθμένον· ἐν δὲ κυδοιμοῖς
  9. Βακχιάδος σύριγγος ἀγέστρατον ἦχον ἀκούσω
  10. καὶ κτύπον οὐ λήγοντα σοφῆς σάλπιγγος Ὁμήρου,
  11. ὄφρα κατακτείνω νοερῷ δορὶ λείψανον Ἰνδῶν.
  12. ὣς ὁ μὲν Ἰνδῴοιο περὶ ῥάχιν εὔβοτον ὕλης
  13. ἕζετο Βάκχος ὅμιλος ἐρημάδος ἀστὸς ἐρίπνης,
  14. ἀμβολίῃ πολέμοιο· φόβῳ δʼ ἐλελίζετο Γάγγης
  15. οἰκτείρων ἑὰ τέκνα· νεοφθιμένων δʼ ἐπὶ πότμῳ
  16. πᾶσα πόλις δεδόνητο· φιλοθρήνων δὲ γυναικῶν
  17. πενθαλέοις πατάγοισιν ἐπεσμαράγησαν ἀγυιαί.
  18. Δηριάδην δʼ ἐλέλιζε φόβος καὶ θαῦμα καὶ αἰδώς·
  19. ἤδη γὰρ κλύε πάντα· τὸ δὲ πλέον ὄμματι λοξῷ
  20. ἄχνυτο παπταίνων, ὅτι θέσκελον εἶδος ἀμείψας