Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠελίου ψαύοντα καὶ αὖ ἐρύοντα Σελήνην,
  2. ἀστραίην πλοκάμοισι περιθλίβοντα χορείην.
  3. ἆθλα μὲν Ἡρακλῆος, ὃν ἤροσεν ἀθάνατος Ζεὺς
  4. Ἀλκμήνης τρισέληνον ἔχων παιδοσπόρον εὐνήν,
  5. οὐτιδανὸς πόνος ἦεν ὀρίτροφος· ἔργα δὲ Βάκχου
  6. ἠὲ Γίγας πολύπηχυς ἢ ὑψιλόφων πρόμος Ἰνδῶν,
  7. οὐ κεμάς, οὐ βοέης ἀγέλης στίχες, οὐ λάσιος σῦς,
  8. οὐδὲ κύων, ἣ ταῦρος, ἢ αὐτόπρεμνος ὀπώρη
  9. χρυσοφαής, ἣ κόπρος, ἢ ἄστατος ὄρνις ἀλήτης
  10. οὐτιδανὴν ἀσίδηρον ἔχων πτερόεσσαν ἀκωκήν,
  11. ἢ γένυς ἱππείη ξεινοκτόνος, οὐ μία μίτρη
  12. Ἱππολύτης ἐλάχεια· Διωνύσοιο δὲ νίκη
  13. Δηριάδης ἀπέλεθρος ἢ εἰκοσίπηχυς Ὀρόντης.
  14. παμφαὲς υἱὲ Μέλητος, Ἀχαιίδος ἄφθιτε κῆρυξ,
  15. ἱλήκοι σέο βίβλος ὁμόχρονος ἠριγενείῃ·
  16. Τρῳάδος ὑσμίνης οὐ μνήσομαι· οὐ γὰρ ἐίσκω
  17. Αἰακίδῃ Διόνυσον ἢ Ἕκτορι Δηριαδῆα.
  18. ὑμαήσειν μὲν ὄφελλε τόσον καὶ τοῖον ἀγῶνα
  19. Μοῦσα τεὴ καὶ Βάκχον ἀκοντιστῆρα Γιγάντων,
  20. ἄλλοις δʼ ὑμνοπόλοισι πόνους Ἀχιλῆος ἐᾶσαι,