Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λάρνακος ἔνδον ἐοῦσα Διὸς ναυτίλλετο νύμφη,
  2. μεμφομένη ζυγίων ἀπατήλιον ὄμβρον Ἐρώτων,
  3. ἄστατον ὄλβον ἔχοντα μινυνθαδίου νιφετοῖο.
  4. οἶδα μέν Ἀνδρομέδην, ὅτι φαίνεται ἐντὸς Ὀλύμπου,
  5. ἀλλὰ πάλιν μογέει καί ἐν αἰθέρι· καί τάχα δειλὴ
  6. πολλάκι τοῖον ἔλεξεν ἔπος νεμεσήμονι φωνῇ·
  7. τί πλέον, εἵ με κόμισσας ἐς αἰθέρα, νυμφίε Περσεῦ;
  8. καλὸν ἐμοὶ πόρες ἕδνον Ὀλύμπιον· ἀστερόεν γὰρ
  9. κῆτος ἔτι κλονέει με καὶ ἐνθάδε, καὶ νέον ἄλλον
  10. ἀντίτυπον προτέροιο μετά χθόνα καὶ φόβον ἅλμης
  11. εἰσέτι δεσμὸν ἔχω καὶ ὲν ἄστρασιν· οὐ σέθεν ἅρπη
  12. οὐρανίη με σάωσε· μάτην δέ μοι ἐντὸς Ὀλύμπου
  13. μείλιχον ἀστραίης ἀμαρύσσεται ὄμμα Μεδούσης·
  14. κῆτος ἔτι κλονέει με, καὶ οὐ πτερὰ κοῦφα τιταίνεις.
  15. μήτηρ ἀχνυμένη με βιάζεται, ὅττι καὶ αὐτὴ
  16. δειλὴ Κασσιέπεια διʼ αἰθέρος εἰς ἄλα δύνει
  17. Νηρεΐδας τρομέουσα, καὶ ὀλβίζει δρόμον Ἄρκτου
  18. ἄβροχον Ὠκεανοῖο καὶ οὐ ψαύοντα θαλάσσης·
  19. καὶ φόβον Ἀνδρομέδης ὁρόων καὶ Κῆτος Ὀλύμπου
  20. γηραλέος μετὰ γαῖαν ὀδύρεται ἐνθάδε Κηφεύς.