Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ἔπος βαρύδεσμος ἀνίαχε πολλάκι νύμφη,
  2. Περσέα κικλήσκουσα, καὶ οὐ χραίσμησεν ἀκοίτης.
  3. εἰ δέ καὶ Ἀνδρομέδης ἐπαγάλλεται ἄστρασι Περσεύς.
  4. δόχμιον ὄμμα τίταινε διʼ αἰθέρος, ἧχι φαείνει
  5. αἰγλήεις Ὀφιοῦχος Ὄφιν δινωτὸν ἀείρων,
  6. καὶ Στέφανον περίκυκλον ἐσαθρήσεις Ἀριάδνης
  7. σύνδρομον Ἠελίοιο, συναντέλλοντα Σελήνῃ,
  8. ἵμερον ἀγγέλλοντα φιλοστεφάνου Διονύσου.
  9. οἶδα μόθου Μίνωος, ὃν ὤπασε θῆλυς Ἐνυὼ
  10. κεστὸν ἐλαφρίζουσα καὶ οὐ τελαμῶνα βοείης,
  11. ὁππότε Κύπρις ἕην κορυθαιόλος, ὁππότε Πειθὼ
  12. χάλκεον ἔγχος ἔπαλλε καὶ ἔπλετο Παλλὰς Ἀθήνη,
  13. μαρναμένῳ Μίνωι συνέμπορος, ἐν δὲ κυδοιμοῖς
  14. ἀπτολέμων τόξευε γαμοστόλος ἑσμὸς Ἐρώτων,
  15. καὶ Πόθος ἱμερόεις πτολιπόρθιος, ἡνίκα λαῷ
  16. Νισαίῳ Μεγαρῆι Κυδωνιὰς ἔβρεμε σάλπιγξ,
  17. εὖτε Φόβον καὶ Δεῖμον ἰδὼν συνάεθλον Ἐρώτων
  18. ἴχνεσιν αἰδομένοισιν ἐχάζετο χάλκεος Ἄρης,
  19. ἀσπίδα κουφίζουσαν ὀπιπεύων Ἀφροδίτην
  20. καὶ Πόθον αἰχμάζοντα, καὶ εὐθώρηκι μαχητῇ