Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰλαπίνην ἔστησεν· ἐδαιτρεύοντο δὲ ταῦροι,
  2. καὶ δαμάλαι στοιχηδὸν ἐμιστύλλοντο μαχαίρῃ
  3. θεινόμεναι πελέκεσσιν, Ἐρυθραίης δʼ ἀπὸ ποίμνης
  4. πυκνὰ δορικτήτων ἱερεύετο πώεα μήλων.
  5. ἑζόμενοι δʼ ἀγεληδὸν ἐπʼ εὐκύκλοιο τραπέζης
  6. Σειληνοὶ Σάτυροί τε σὺν εὐθύρσῳ Διονύσῳ
  7. χερσὶ πολυσπερέεσσι μιῆς ἔψαυσαν ἐδωδῆς·
  8. πίνετο δʼ ἄσπετος οἶνος ἀμοιβαδίς· οἰνοχόοι δὲ
  9. εὐόδμους ἐκένωσαν ἀπείρονας ἀμφιφορῆας,
  10. νεκταρέης ἀρύοντες ἀμεμφέα βότρυν ὀπώρης.
  11. τοῖσι δὲ τερπομένοισι παρὰ κρητῆρα λιγαίνων
  12. Λέσβιος αὐτοδίδακτος ἀνέπλεκε Λεῦκος ἀοιδήν,
  13. πῶς πρότεροι Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ·
  14. καὶ Διὸς ὑψιμέδοντος ἀληθέα μέλπετο νίκην,
  15. πῶς Κρόνον εὐρυγένειον ὑποκλάζοντα κεραυνῷ
  16. Ταρταρίῳ ζοφόεντι κατεσφρηγίσσατο κόλπῳ,
  17. χείματος ὑδρηλοῖσι μάτην κεκορυθμένον ὅπλοις.
  18. Κυπριάδος δὲ Λάπηθος ἀτευχέος ἀστὸς ἀρούρης
  19. ἔμφρονι φορμικτῆρι παρέζετο, καί οἱ ἐδωδῆς
  20. πίονα μοῖραν ὄρεξε, καὶ ᾔτεε κεῖνον ἀείδειν