Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ποταμῷ κοτέουσα γοήμονα ῥήξατο φωνήν·
  2. οὐ πίομαι πατρῷον ἐμόν ποτε πικρὸν Ὑδάσπην·
  3. οὐκέτι κεῖνα ῥέεθρα παρέρχομαι, οὐκέτι δειλὴ
  4. σεῖο νέκυν κρύψαντος ἐπιψαύσω ποταμοῖο,
  5. οὐ μὰ σέ καί σέο φόρτον, ὃν ἔνδοθι γαστρὸς ἀείρω,
  6. οὐ μὰ καὶ τὸν ἔρωτα, τὸν οὐ χρόνος οἶδε μαραίνειν.
  7. τίς με λαβὼν κομίσειεν, ὅπου πέσε νεκρὸς ἀκοίτης,
  8. ὄφρα περιπτύξω διερὸν νέκυν, ὄφρα καὶ αὐτὴν
  9. κῦμα κατακρύψῃ με σὺν ὑγροπόρῳ παρακοίτῃ;
  10. αἴθε δὲ καὶ τέκον υἷα καὶ ἔτρεφον· ἄρτι δὲ δειλὴν
  11. γαστέρος ὄγκος ἔχει με πεπαινομένου τοκετοῖο.
  12. εἰ δὲ τέκω ποτὲ παῖδα καὶ αἰτίζῃ γενετῆρα,
  13. υἱέι παππάζοντι πόθεν δείξαιμι τοκῆα;
  14. εἶπε τὸν οὐκ ἀίοντα κινυρομένη παρακοίτην.
  15. ἄλλη δʼ ἐστενάχιζεν ἀνυμφεύτους ὑμεναίους
  16. ὀλλυμένου μνηστῆρος, ὃν οὐκ ἴδεν εὔγαμος ὥρη
  17. στέμματι νυμφιδίῳ πεπυκασμένον, οὐδʼ ἐνὶ παστῷ
  18. ἡδυμελὴς ἤεισε βιοσσόος αὐλὸς Ἐρώτων.
  19. τοῖσι μὲν ἀχνυμένοισιν ἔην γόος. ἀμφὶ δὲ λόχμας
  20. Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοισι μαχηταῖς