Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,
- ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.
- αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,
- ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης
- χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,
- κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.
- καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ
- οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ
- ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,
- φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·
- ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ
- Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ
- ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·
- καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα
- καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ
- κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·
- καὶ πόνος ᾖν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου
- εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ
- στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·
- εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης