Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ φονίῃ ῥαθάμιγγι Ποσειδάωνα μιαίνω·
  2. τοῦτό με, τοῦτο κόρυσσεν ἐριδμαίνειν Διονύσῳ.
  3. πρὸς δὲ τεοῦ ξενίοιο καὶ ἱκεσίοιο τοκῆος,
  4. αἴδεο παφλάζοντα τεῷ πυρὶ θερμὸν Ὑδάσπην.
  5. νηιάδες φεύγουσιν ἐμὸν ῥόον· ἀμφὶ δὲ πηγάς
  6. ἡ μὲν ναιετάει διερὸν δόμον, ἡ δʼ ἐνὶ λόχμαις
  7. σύννομος Ἁδρυάδεσσι φυτὸν μετὰ πόντον ἀμείβει,
  8. ἄλλη δʼ Ἰνδὸν ἔχει μετανάστιος, ἡ δὲ φυγοῦσα
  9. ποσσὶ κονιομένοισιν ἐδύσατο διψάδα πέτρην
  10. Καυκασίην, ἑτέρη δὲ μεταΐξασα Χοάσπην
  11. ναίει ξεῖνα ῥέεθρα καὶ οὐκέτι πάτριον ὕδωρ.
  12. μὴ καλάμους ὀλέσειας, ἐμῶν βλάστημα ῥοάων,
  13. οἷσιν ἀεξομένοισιν ἐρείδεται οἰνάδος ὅρπηξ
  14. ἀμπελόεις· δόνακες γὰρ ἐπʼ ἀλλήλοισι δεθέντες
  15. ὑμετέρην εὔυδρον ἐλαφρίζουσιν ὀπώρην·
  16. μὴ δόνακας φλέξειας, ὅθεν σέο Μυγδόνες αὐλοί,
  17. μή ποτέ σοι μέμψαιτο τεὴ φιλόμολπος Ἀθήνη,
  18. ἥ ποτε Γοργείων βλοσυρὸν μίμημα καρήνων
  19. φθεγγομένων Λίβυν εὗρεν ὁμοζυγέων τύπον αὐλῶν·
  20. καὶ σέο μυστιπόλοιο κυβερνήτειραν ἀοιδῆς