Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν κερκίδα θʼ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.
  2. Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,
  3. δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἱμάσσων·
  4. καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,
  5. ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.
  6. Ἥρη δʼ ἐσμαράγησε διʼ ἠέρος ἄπλετον ἠχώ,
  7. μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.
  8. καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ
  9. παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,
  10. μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·
  11. φείδεό μοι, Διόνυσε, διιπετέος ποταμοῖο,
  12. ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ
  13. ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.
  14. ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ
  15. σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.
  16. ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ
  17. υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,
  18. Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.
  19. αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ
  20. αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρω