Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πανιάδος σύριγγος ὁμόθροον αἴδεο μολπήν·
  2. λῆγε τεῷ νάρθηκι ῥόον ποταμοῖο μαραίνων,
  3. ὅττι ῥόος ποταμοῖο τεούς νάρθηκας ἀέξει.
  4. οὐ ξένον οἶδμα πέρησας ἐπώνυμον· ἀλλοφυῆ γὰρ
  5. ἄλλον ἐγὼ Διόνυσον ἐμοῖς φαίδρυνα λοετροῖς,
  6. ὁπλοτέρου Βρομίοιο φερώνυμον, εὖτε Κρονίων
  7. Ζαγρέα παιδοκόμοισιν ἐμαῖς παρακάτθετο Νύμφαις·
  8. καὶ σὺ φέρεις Ζαγρῆος ὅλον δέμας· ἀλλὰ σὺ κείνῳ
  9. δὸς χάριν ὀψιτέλεστον, ὅθεν πέλες· ἀρχεγόνου γὰρ
  10. ἐκ κραδίης ἀνέτελλες, ἀειδομένου Διονύσου.
  11. ὑμετέρου δὲ γέραιρε Λάμου κουροτρόφον ὕδωρ·
  12. μνώεο Μαιονίης σέο πατρίδος· ὑμετέρου γὰρ
  13. Πακτωλοῦ χαρίεντος ἀδελφεός ἐστιν Ὑδάσπης.
  14. καὶ σὺ τόσοις ποταμοῖσι μίαν χάριν ἄρτι τιταίνων,
  15. γνωτοῖς ἡμετέροισι, τεὴν ἀνασείρασον αἴγλην·
  16. μηδὲ πυρί φλέξῃς ὑδάτων χύσιν· ἐξ ὑδάτων γὰρ
  17. ἀστεροπὴ βλάστησε, τεοῦ Διὸς ὑέτιον πῦρ.
  18. ἀλλὰ χόλον πρήυνε, τεοῖς ὅτι γούνασι πίπτω
  19. μειλίχιον στορέσας ἱκέτην ῥόον· ἐν πολέμοις γὰρ
  20. εἰ θρασὺν αὐχένα κάμπτε, καὶ ἤπιος ἔσκε Τυφωεύς,