Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου
  2. Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας·
  3. ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους,
  4. νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις,
  5. καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο
  6. ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ·
  7. καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτόν ὕδωρ
  8. ἰκμαλέην ἐλέλιζε διʼ ὕδατος ὄρθιον οὐρήν·
  9. γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων
  10. ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ
  11. κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου·
  12. πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ
  13. Πανιὰς ἀκροτάτοιο διʼ ὕδατος ἔπλεε σύριγξ,
  14. κύμασιν αὐτοέλικτος· ἁμιλλητῆρι δὲ παλμῷ
  15. Σειληνοῦ λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.
  16. καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων,
  17. ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ,
  18. κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν Ἐνυώ·
  19. καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην
  20. ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα φαίνων,