Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ
  2. ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις---
  3. ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου.
  4. εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ
  5. νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει
  6. καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει;
  7. αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες
  8. ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις.
  9. οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔξεον Ἰνδοὶ
  10. ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ
  11. Δηριάδης ἐχάραξεν ἑῶ περιμήκεϊ δίφρῳ,
  12. ὑψιλόφων λοφίῃσιν ἐφεδρήσσων ἐλεφάντων.
  13. ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ
  14. αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ
  15. μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ·
  16. καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ,
  17. μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ
  18. Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν
  19. καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ
  20. ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,