Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.
  2. οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ,
  3. οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου
  4. χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα,
  5. ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.
  6. καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν·
  7. τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω,
  8. τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς.
  9. ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος,
  10. καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;
  11. πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ,
  12. μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ·
  13. ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς·
  14. σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω.
  15. ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ
  16. τλήμεναι αἰθαλόεντος ἔνα σπινθῆρα κεραυνοῦ.
  17. εἰ δὲ μέγα φρονέεις χάριν Ἀστερίης σέο νύμφης,
  18. ἣ λάχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης,
  19. ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος,
  20. οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,