Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Σειληνοὶ δὲ γέροντες ἐναυτίλλοντο θαλάσσῃ
  2. καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην---
  3. καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν
  4. γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης,
  5. μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ·
  6. γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει;
  7. οἴδματα σεῖο κόρυσσον ἐπιβρίθων Διονύσῳ,
  8. ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην.
  9. σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ
  10. ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις·
  11. Αἰόλε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ
  12. σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας
  13. μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης
  14. ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην,
  15. καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες·
  16. σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ·
  17. χεύμασι δʼ ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ
  18. συρομένων προχοῇσιν ἐμὸς ῥόος ἄρμα δεχέσθω,
  19. οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων.
  20. οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσω·