Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πεῖσμα φέρων τελαμῶνα, σακέσπαλον εἶχε πορείην,
- ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.
- καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων
- ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων·
- καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου
- ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα
- ὑψιφανὴς ἀνέτελλε διʼ ὕδατος ἄβροχος αὐχήν.
- καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,
- ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,
- δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,
- ἐνδομύχων δʼ ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί.
- αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν
- ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο·
- καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων
- πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·
- καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι
- Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.
- ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις
- εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,
- καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·