Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀντολίῃ δʼ ἐπέβαινε, καὶ ἤλασεν Ἰνδὸν Ὑδάσπην
  2. φύλοπιν αἱματόεσσαν ἀναστῆσαι Διονύσῳ.
  3. ἀλλʼ ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν Ἄρης,
  4. δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων
  5. χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.
  6. καὶ θεὸς ἡγεμόνευε, διʼ οἴδματος ἡνιοχεύων
  7. ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ
  8. πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην·
  9. καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο,
  10. ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,
  11. ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην,
  12. ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων
  13. ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ,
  14. ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας,
  15. καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,
  16. ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν,
  17. οὐ Βορέην καλέων νηοσσόον—ἰθυτενὲς γὰρ
  18. εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων
  19. Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης—,
  20. καὶ πλωτῆς ἀδίαντος ἐπʼ ἀσπίδος οἴδματα τέμνων,