Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ
  2. κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ.
  3. καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου
  4. δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί·
  5. ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου
  6. ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη·
  7. χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ,
  8. μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ·
  9. δυσμενέων δʼ ἐνέπουσα δόλου σημάντορι σιγῇ
  10. οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου·
  11. ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν,
  12. σὸν φυτὸν Ἁδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει·
  13. Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου,
  14. μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω·
  15. οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν
  16. ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο·
  17. εἰμὶ δέ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ
  18. δυσμενέες, λοχόωσιν, ἀφειδήσασα δὲ πάτρης
  19. ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν· ὑμετέροις γὰρ
  20. πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα,