Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἢ ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ,
  2. φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν,
  3. ἐνδόμυχον τυκτοῖο διʼ ὄμματος ὄμμα τιταίνει,
  4. ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου.
  5. ὣς ὅ γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην
  6. ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ·
  7. ἀντιβίοις δʼ ἤγγειλε· φόβῳ δʼ ἐλελίζετο Θουρεὺς
  8. μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι.
  9. ἔτρεμε δʼ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ
  10. χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,
  11. δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ.
  12. καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης
  13. μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης
  14. αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ·
  15. ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη
  16. δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν,
  17. Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ,
  18. καὶ Κίρκης κυκεῶνα θεοκλήτοις ἐπαοιδαῖς,
  19. οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο.
  20. καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δʼ ἑκάστῳ,