Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ·
  2. σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων
  3. ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει
  4. ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ μέγας ὑέτιος Ζεύς.
  5. δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω,
  6. δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας.
  7. ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι,
  8. μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί·
  9. εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ
  10. ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν.
  11. ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης;
  12. δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις.
  13. σιγῇ ἐφʼ ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ,
  14. μὴ κρυφίοις Ἰνδοῖσιν ἐπαγγείλειεν Ὑδάσπης.
  15. ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη,
  16. ὡς πτερὸν ἠὲ νόημα, μεταλλάξασα δὲ μορφὴν
  17. ἰσοφυὴς ὄρνιθι διέτρεχε φωλάδος ὕλης,
  18. ἥλικος ἀίσσουσα κατὰ δρυός αὐτὰ ὁ σιγῇ
  19. μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης
  20. εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα ἑκάστου