Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς
  2. φρικτά, τά μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης---
  3. ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ
  4. καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος
  5. σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·
  6. ἀνδρομέης δʼ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς
  7. μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,
  8. νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος,
  9. καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν
  10. ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ χορείῃ
  11. πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ.
  12. καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν
  13. μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης·
  14. αἰδομένη δʼ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,
  15. τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.
  16. καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου,
  17. ὄμμα βαλὼν πυκινοῖο διʼ ἀκροτάτοιο κορύμβου,
  18. φύλλα περιστείλας θηήτορα κύκλον ὀπωπῆς,
  19. τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ
  20. ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,