Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
  2. γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης
  3. ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων
  4. λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,
  5. σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων
  6. ἄγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης·
  7. αὐτομάτου δὲ χυθέντος ἐπʼ ἀκρεμόνεσσιν ἐλαίου
  8. ἰκμάσιν ἀθλιβέεσσιν ἐλούετο δένδρον Ἀθήνης.
  9. καὶ κύνας ὀρχηστῆρας ἐπηχύνοντο λαγωοί·
  10. μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ
  11. ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου,
  12. αὐχένα δοχμώσαντες, ἀνήρυγε δʼ ἄλλος ἐπʼ ἄλλῳ
  13. μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·
  14. τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,
  15. καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης
  16. ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου·
  17. Ἰνδῴην δʼ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην
  18. τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης
  19. ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.
  20. καὶ τότε παιπαλόεντα κατʼ ἄγκεα Πᾶνες ἀλῆται