Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πεζὸς ἀνήρ, ἱππῆα δεδεγμένος· αὐτὰρ ὁ κάμψας
  2. ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ
  3. λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ
  4. ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων
  5. δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,
  6. Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,
  7. γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου
  8. ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ,
  9. ἢ θανέειν ἤ φῶτα βαλεῖν ἤ πῶλον ἐλάσσαι
  10. ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ
  11. δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου
  12. πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα·
  13. καὶ νύ εἰς χθόνα ῥῖψεν ἀμήτορος ἀστὀν Ἀθήνης,
  14. ἀλλά μιν ἔγχεϊ νύξε παρʼ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς
  15. καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ
  16. εἰς πέδον ἠκόντιζεν· ὁ δὲ στροφάδεσσιν ἐρωαῖς
  17. ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ
  18. κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ.
  19. τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου,
  20. ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.