Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁ πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν
  2. σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν
  3. ἀνέρας ἀμώων ἅτε λήιον· ἀμφότερον δὲ
  4. ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄεος αἵματι νίφεις.
  5. τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων
  6. οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν
  7. βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ.
  8. καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας
  9. πέμπε βέλος, καὶ βαιόν ὅσον χροὸς ἄκρον ἀμύξαι,
  10. μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.
  11. μάρνατο δʼ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν
  12. Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ,
  13. λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ.
  14. καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης
  15. ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην
  16. δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων
  17. εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς·
  18. ἀλλʼ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος
  19. ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή,
  20. δὴ τότε οἱ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη