Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ---κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν
  2. ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου
  3. εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δʼ ἐπὶ νύμφῃ
  4. νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.
  5. ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,
  6. ἐννέα δʼ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς
  7. πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·
  8. ὧν ὁ μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,
  9. ὃς δὲ δασυστέρνοιο κατέγραψεν ἄντυγα μαζοῦ,
  10. ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δʼ ἐπὶ νηδύι πίπτων
  11. μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,
  12. ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὅς δὲ φυγόντος
  13. ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ
  14. καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.
  15. ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης
  16. ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπʼ ἄλλῳ
  17. ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.
  18. ὡς δʼ ὅτε χαλκείῳ τις ἐπʼ ἄκμονι χαλκὸν ἐλαύνων
  19. ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,
  20. τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ