Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τις ἐπʼ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων
  2. εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,
  3. καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,
  4. καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,
  5. αὐχενίου δεσμοῖο παρʼ ἀνθερεῶνα λυθέντος·
  6. τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος.
  7. οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καἰ αὐτοὶ
  8. ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν Ἐνυώ,
  9. Ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.
  10. κούρη δʼ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν
  11. πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν
  12. μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.
  13. καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις
  14. θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δέ
  15. οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,
  16. ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος,
  17. ἄλλος ὑπέρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,
  18. ἄλλος ἐπεστήρικτο παρʼ ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
  19. ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,
  20. ὃς δέ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,