Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος
  2. ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα θανόντος
  3. συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.
  4. ἄλλον ἀπηλοίησεν ἀφειδέι δουρὶ πατάξας,
  5. θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,
  6. ἄορι δʼ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ
  7. ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.
  8. αὐτάρ ὁ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ
  9. ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ
  10. ἢ πλευρῆς ἑκάτερθεν ἤ αὐχένος ἢ σχεδὸν ὤμου·
  11. σείων δʼ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
  12. στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,
  13. κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.
  14. ὡς δʼ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην
  15. φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,
  16. φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην·
  17. ὣς ὅ γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ
  18. Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.
  19. καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας
  20. δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·