Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου·
  2. πρηνὴς δʼ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι
  3. εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.
  4. ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ
  5. λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·
  6. ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων
  7. αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
  8. καί τις ἑὴν σάλπιγγα μάτην περὶ χεῖλος ἐρείσας
  9. ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,
  10. ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.
  11. οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
  12. θαρσαλέοι δʼ ἥψαντο παλιννόστοιο κυδοιμοῦ
  13. αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.
  14. καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ
  15. Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.
  16. αὐτὰρ ὁ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ,
  17. οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ·
  18. ἀλλά ἑ πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου
  19. ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,
  20. οἶς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης