Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί μιν ἐκυκλώσαντο, καὶ ἥν καλέουσι μαχηταὶ
  2. μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην·
  3. ἴχνεσι μὲν στατὸν ἴχνος ἐρείδετο, κεκλιμένη δὲ
  4. ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων
  5. στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ
  6. ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης
  7. ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί.
  8. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον Ἅιδι πέμπων
  9. Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης,
  10. κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας
  11. ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης;
  12. τὸν μέν ὑπέρ μαζοῖο θοῷ δορί, τὸν δέ δαΐζων
  13. ἄορι κωπήεντι κατʼ αὐχένος, αἰνομανῆ δὲ
  14. δήιον ἄλλον ἔνυξε παρʼ ὀμφαλόν, ἐκ φονίης δὲ
  15. ὠτειλῆς ἐὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ
  16. σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ·
  17. ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,
  18. ἄορι δʼ εὐθήκτῳ παλάμην τάμεν, ἡ δὲ πεσοῦσα
  19. αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ·
  20. καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην