Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργά τε μέλπει Αἰακὸς ὄσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.
  2. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο
  3. Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ
  4. πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,
  5. δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ
  6. Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,
  7. καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ·
  8. γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι
  9. νηιάδες δʼ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι
  10. σιγαλέοις ἑλικηδὸν ἐμιτρώσαντο ῥεέθροις
  11. καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς,
  12. οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν
  13. ὑμνοπόλοι Σειρῆνες· ὅλη δʼ ἐλελίζετο λόχμη,
  14. καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,
  15. Ἁδρυάδες δʼ ἀλάλαζον, ἐπʼ εὐπετάλοιο δὲ Νύμφη
  16. ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου.
  17. Χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,
  18. ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
  19. νηιάδες λούσατο γαλαξαίοισι ῥεέθροις,
  20. καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ