Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεύμασι δενδίλλων, νοερῇ δʼ ἐκέλευε σιωπῇ
  2. τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,
  3. καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,
  4. μή σφιν ἐπτβρίσωσιν ἀθωρήκτοισι μαχηταί,
  5. εἰσέτι δαινυμένοισιν ἀνὰ στρατόν· οἱ δὲ Λυαίῳ
  6. κεκλομένῳ πεῖθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι
  7. σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.
  8. καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται
  9. γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,
  10. νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,
  11. μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη.
  12. καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ
  13. βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.
  14. Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν
  15. ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,
  16. ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ.
  17. ἀλλʼ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς
  18. ὄρθρον ἀμεργομένη δροσερῇ πορφύρετο πέτρῃ,
  19. ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης
  20. δυσμενέες προύτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,