Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐδὲ διʼ ἀσφαράγοιο μέση πορθμεύετο φωνὴ
  2. θλιβομένου στεφανηδόν· ἐκυκλώσαντο δὲ Βάκχαι
  3. αὐχένα μιτρωθέντα μέσον πνικτῆρι κορύμβῳ.
  4. καὶ πέλεκυν δασπλῆτα δορυσσόος ἥρπασεν Ἄρης
  5. παιδὸς ἑοῦ· Βρομίην γὰρ ἐδείδιε λυσσάδα Βάκχην,
  6. μὴ φονίῳ βουπλῆγι δέμας πλήξειε Λυκούργου·
  7. οὐδὲ Δρυαντιάδην χλοερῶν ἀπελύσατο δεσμῶν,
  8. καὶ μάλα περ ποθέων, στεροπῇ δʼ ὑπόειξε τοκῆος
  9. δοῦπον ἀπειλητῆρα Διὸς βρονταῖον ἀκούων.
  10. καὶ δολιχὴν προθέλυμνον ἐπιπροχυθεῖσα καρήνῳ
  11. ἀνδρὸς ἀμαιμακέτοιο κόμην ὤλοψε Πολυξώ·
  12. γαστέρι δʼ ἀντιβίου μανιώδεα χεῖρα βαλοῦσα,
  13. ἁπτομένη θώρηκος, ἀνέσπασεν ἅρπαγι παλμῷ,
  14. χωομένη δʼ ἔρρηξε—μαχήμονες, εἴπατε, Μοῦσαι,
  15. οἷον ἔην τότε θαῦμα δαϊζομένοιο χιτῶνος [*](Koechly has interchaged the second halves of these two lines, as given in the MSS.)
  16. θηλυτέροις ὀνύχεσσι, σιδηρείου περ ἐόντος—·
  17. καὶ ταναοῖς πλέξασα λύγοις ἑλικώδεα σειρὴν
  18. Κλείτη λυσιέθειρα καὶ ἀμπελόεσσα Γιγαρτὼ
  19. εὐπετάλῳ μάστιγι δέμας φοίνιξε Λυκούργου
  20. αἱμαλέῃ σμώδιγγι χαρασσομένων ἐπὶ νώτων·