Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βασσαρίδες κτείνουσι καὶ ἐν πετάλοισι φονῆας.
  2. φυταλιὰς πεφύλαξο μαχήμονας· ἀντιβίους γὰρ
  3. ἡμερίδες βάλλουσι καὶ αἰχμάζουσιν ὀπῶραι.
  4. σοὶ μαχόμην ζώουσα καὶ ὀλλυμένη σε δαμάσσω·
  5. οὕτω ἀριστεύουσι Διωνύσοιο τιθῆναι.
  6. ἔκλυες εἰναλίην ἐχενηίδα, πῶς ἐνὶ πόντῳ
  7. ἰχθὺς βαιός ἄναλκις ἐπέχραε πολλάκι ναύταις
  8. ἂψ ἀνασειράζων, ὀλίγῳ δʼ ὑπὸ χάσματι λαιμοῦ
  9. μηκεδανὴν ἀνέκοψε κατάσχετον ὁλκάδα δεσμῷ;
  10. δέξο με χερσαίην ἐχενηίδα, δέξο πετήλων
  11. αὐτοπέδην ἀσίδηρον ἐρισταφύλοιο κυδοιμοῦ.
  12. μίμνε μοι, αὐτόθι μίμνε δεδεγμένος υἷα Θυώνης,
  13. εἰσόκε νοστήσειε θαλασσαίων ἀπὸ κόλπων.
  14. τοῖα μὲν ἀμπελόεσσα κορυμβοφόρῳ φάτο φωνῇ
  15. ἀμβροσίη τανύφυλλος, ἀρασσομένοιο Λυκούργου·
  16. καὶ ,χλοεροῖς δεσμοῖσι κατάσχετος ἄγριος ἀνὴρ
  17. ἀρραγέων ἀτίνακτος ἀλυκτοπέδῃσι πετήλων
  18. ἀμφιπαγὴς ἀλάλαζεν ἀπειλείων Διονύσῳ·
  19. οὐδὲ φυγεῖν σθένος εἶχε, μάτην δʼ ἐτίνασσεν ἀνάγκῃ
  20. οὐτιδαναῖς ἑλίκεσσι περίπλοκον ἀνθερεῶνα·