Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Φλειὼ δʼ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις
  2. αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ
  3. δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος
  4. ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ
  5. Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
  6. δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·
  7. καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,
  8. ῥινοτόρῳ νάρθηκι· δέμας δʼ ἤρασσε Λυκούργου
  9. καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη
  10. Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.
  11. καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου
  12. πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ
  13. πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,
  14. σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
  15. καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα
  16. αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,
  17. ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,
  18. γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ
  19. χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·
  20. Ἀρραβίης δʼ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,