Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παιδοκόμον Βρομίοιο φέρων θιασώδεα Νύμφην,
  2. ἀμφιτόμῳ βουπλῆγι μετάφρενα δούλια νύσσων.
  3. οὐ δέ μιν ἱσταμένην ἀνεσείρασεν, οὐδέ ἑ λύθρῳ
  4. ἀρτιχύτῳ φοίνιξεν ἀρασσομένοιο καρήνου·
  5. ἀλλά φύγε θρασὺν ἄνδρα καὶ εὔξατο μητέρι Γαίῃ
  6. ἀμβροσίη κροκόπεπλος, ὅπως Λυκόοργον ἀλύξῃ.
  7. γαῖα δὲ καρποτόκεια πετασσαμένη κενεῶνα
  8. ἀμφίπολον Βρομίοιο φιλήτορι δέξατο κόλπῳ
  9. ἀμβροσίην ζώουσαν· ἀιστωθεῖσα δὲ Νύμφη
  10. εἰς φυτόν εἶδος ἄμειψε καὶ ἀμπελόεις πέλεν ὄρπηξ·
  11. σειρὴν δʼ αὐτοέλικτον ἐπιπλέξασα Λυκούργου
  12. ἀγχονίῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ,
  13. μαρναμένη μετά θύρσον ἀπειλητῆρι κορύμβῳ.
  14. καὶ φυτόν αὐδῆεν ζαμενὴς ποιήσατο Ῥείη
  15. ἡμερίδων βασιλῆι χαριζομένη Διονύσῳ·
  16. ἀμβροσίη δʼ ὀλόλυξε καὶ ἔμπνοον ἴαχε φωνήν·
  17. οὐδέ, φυτόν περ ἐοῦσα, τεήν ποτε δῆριν ἀλύξω,
  18. σὸν δέμας οὐτήσω καὶ ὲν ἔρνεσιν, ἀντὶ δὲ σειρῆς
  19. χαλκείης ἀλύτοις σε περισφίγξαιμι πετήλοις·
  20. εἰς σὲ καὶ ἀμπελόεσσα κορύσσομαι, ὄφρά τις εἴπῃ·