Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἄρεϊ χαλκοχίτωνι· καὶ ἔπλεεν ὑψόθι νηῶν
- λαὸν ἐρετμώσας πεπερημένον Ἰνδὸν Ὑδάσπην.
- καὶ στρατιαῖς διδύμῃσι μερίζετο φύλοπις Ἰνδῶν
- ἀμφοτέρην παρὰ πέζαν ἀκοντοφόρου ποταμοῖο·
- Θουρεὺς μὲν Ζεφύροιο παρὰ σφυρά, Δηριάδης δὲ
- ἀντιπόρου σχεδὸν ἦλθε παρὰ πτερὸν αἴθοπος Εὔρου.
- ἦν δέ τις αὐτόθι χῶρος ἐύσκιος, ὁππόθι πυκνοῖς
- ἔρνεσι παντοίοισιν ἐμιτρώθη ῥάχις ὕλης
- εὐρυτενής, καὶ κοῖλον ἔην σπέος· ἱπτάμενος δὲ
- οὔ ποτε δένδρεα κεῖνα κατέγραφεν ἰὸς ἀλήτης,
- εἴ τις ὀιστεύσειε, καὶ οὔ ποτε μεσσόθι θάμνων
- ἠέλιος πεφόρητο κατάσσυτος ὀξέι παλμῷ
- ἐνδομύχοις ἀκτῖσιν ὁμόπλοκα φύλλα χαράξας,
- οὐ χύσις ἠερόφοιτος ἐδύσατο δάσκιον ὕλην
- ἐκ Διὸς ὑετίοιο, μόγις δέ οἱ ὕδατος ὁλκῷ
- ὑψιφανὴς Διὸς ὅμβρος ἐπέβρεχεν ἄκρα πετήλων.
- κεῖθι τανυπρέμνοισιν ἐν ἄλσεσι φώριος Ἄρης
- ἠλιβάτων χλοεροῖσι φυτῶν κεκάλυπτο κορύμβοις,
- ἀπροϊδής, ἀτίνακτος, ἐνὶ δρυόεντι δὲ κόλπῳ
- εἶχεν ἀδουπήτων πεφυλαγμένον ἴθμα πεδίλων,