Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀσκηθὴς πολύευκτος ἀγαλλομένῳ Διονύσῳ,
  2. ἀφροσύνην ἐνέπων ὑψαύχενα Δηριαδῆος,
  3. δίζυγα δέλτον ἔχων ἐγκύμονα δηιοτῆτος.
  4. οὐ μέν ἄναξ ἀμέλησεν· ἐς ὑσμίνην δὲ μαχητὰς
  5. θαρσήεις ἐβόησε, προάγγελα Δηριαδῆος
  6. σύμβολα γινώσκων κεχαραγμένα μάρτυρι δέλτῳ.
  7. καὶ καλέσας Ῥαδαμᾶνας ἀλήμονας, οὕς ποτε γαίης
  8. Κρηταίης ἀέκοντας ἀπὸ χθονὸς ἤλασε Μίνως
  9. Ἀρραβίης ἐπὶ πέζαν, ἐπέφραδε νεύματι Ῥείης
  10. πῆξαι νήια δοῦρα θαλάσσιον εἰς μόθον Ἰνδῶν.
  11. καὶ ταχὺς ἤλασε δίφρον Ἑώιον εἰς κλίμα γαίης
  12. τεύχεσιν ἀστράπτων ἅτε Φωσφόρος· ἀμφὶ δὲ πέτρην
  13. Καυκασίην λοφόεντα διαστείχων κενεῶνα
  14. Ἠῴης παράμειβε φεραυγέα πέζαν ἀρούρης,
  15. ἠελίου βαλβῖδα μεσημβρίζουσαν ὁδεύων.
  16. ὄφρα μὲν εὐθύρσοιο μάχης ἠκούετο φωνὴ
  17. καὶ στρατὸς ἀγχικέλευθος ὀρεσσινόμου Διονύσου,
  18. τόφρα δὲ Δηριάδης πυκινὸν λόχον ἵδρυεν Ἰνδῶν,
  19. γαῖαν ἐς ἀντιπέραιαν ἑὸν στρατὸν ἄζυγα πέμπων,
  20. πᾶσαν ἐπιτρέψας δολομήχανον ἐλπίδα χάρμης