Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐδὲ διαξαίνων κρυφίῳ ποδὶ φυλλάδα λόχμην,
  2. οὐ ποδὸς ὀκλάζοντος ἔχων φόβον, οὐ λάλον ἠχὼ
  3. χείλεϊ βαμβαίνοντι, καὶ οὐ χλόον ἀμφὶ προσώπῳ·
  4. ἀλλὰ νόον θρασὺν εἶχε καὶ ἔμπεδον, ἐν δὲ χαμεύναις
  5. μετρητὸν βλεφάροισιν ἐνόπλιον ὕπνον ἰαύων---
  6. δέγμενος ἐρχομένης στρατιῆς εὔρυθμον Ἐνυώ.
  1. δεύτερον εἰκοστὸν Βρομίου μόθον ἔργά τε μέλπει Αἰακὸς ὄσσα τέλεσσε καὶ ἐν πεδίῳ καὶ Ὑδάσπῃ.
  2. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο
  3. Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ
  4. πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,
  5. δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ
  6. Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,
  7. καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ·
  8. γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι
  9. νηιάδες δʼ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι
  10. σιγαλέοις ἑλικηδὸν ἐμιτρώσαντο ῥεέθροις
  11. καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς,
  12. οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν
  13. ὑμνοπόλοι Σειρῆνες· ὅλη δʼ ἐλελίζετο λόχμη,
  14. καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,