Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀδρανίην Βρομίοιο καὶ ἠνορέην Λυκοόργου·
  2. οἶδα τεὸν βασιλῆα, νόθον θεόν, ὁππότε φεύγων
  3. εἰς βυθὸν ὠλίσθησεν ἀλεξικάκοιο θαλάσσης.
  4. καὶ πυρόεις σέο Βάκχος ἀκούεται, ὅττι τεκούσης
  5. ἐκ λαγόνων ἀνέτελλε Διοβλήτοιο Θυώνης·
  6. καὶ πυρός ἐστιν ὕδωρ πολὺ φέρτερον· ἣν ἐθελήσῃ,
  7. χεύματι παφλάζοντι πατὴρ ἐμός, Ἰνδὸς Ὑδάσπης,
  8. Ζηνὸς ἀποσβέσσειε πυρίπνοον ἄσθμα κεραυνοῦ.
  9. ἢν δʼ ἐθέλῃς, πόδα κάμψον ὁμούριον εἰς χθόνα Μήδων·
  10. κεῖθι μολὼν ἀγόρευε χοροστασίας Διονύσου.
  11. δύεο Βάκτριον οὖδας, ὅπῃ θεὸς ἔπλετο Μίθρης,
  12. Ἀσσύριος Φαέθων ἐνὶ Περσίδι· Δηριάδης γὰρ
  13. οὐ μάθεν οὐρανίων μακάρων χορόν, οὐδὲ γεραίρει
  14. ἠέλιον καὶ Ζῆνα καὶ εὐφαέων χορὸν ἄστρων.
  15. οὐ Κρόνον, οὐ Κρονίδην ἐδάην ὀλετῆρα τοκῆος,
  16. οὐ Κρόνον ἀγκυλόμητιν, ἑῶν θοινήτορα παίδων,
  17. αἰθέρος ἀμήσαντα φυτοσπόρον ἑσμὸν Ἐρώτων.
  18. ἀγνώσσω σέο δῶρα καὶ ἣν ὀνόμηνας ὀπώρην·
  19. οὐ δέχομαι ποτὸν ἄλλο μετὰ χρύσειον Ὑδάσπην·
  20. οἶνος ἐμὸς πέλεν ἔγχος, ὁ δʼ αὖ πότος ἐστὶ βοείη.