Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ Σεμέλη με λόχευσε πυριβλήτοις ὑμεναίοις
  2. δεξαμένη θαλάμοις φόνιον φλόγα, χαλκοχίτων δὲ
  3. ἡμέας ἠέξησε μόθων ἀκόρητος Ἐνυώ.
  4. οὐ μακάρων ἀλέγω τεκέων Διός· ἀμφότεροι γὰρ
  5. μοῦνοι ἐμοὶ γεγάασι θεοὶ καὶ Γαῖα καὶ Ὕδωρ.
  6. ταῦτα μολὼν ἀγόρευε φυγοπτολέμῳ Διονύσῳ·
  7. ἔρρε φυγὼν ἀκίχητος, ἕως ἔτι τόξον ἐρύκω,
  8. ἔρρε φυγὼν ἐμὸν ἔγχος· ἐς ὑσμίνην δὲ κορύσσας
  9. ἡμιτελεῖς σέο θῆρας ἀθωρήκτους τε γυναῖκας
  10. Δηριάδῆ πολέμιζε, καὶ Ἰνδῴην μετὰ νίκην
  11. σύνδρομον αὖ ἐρύσω σε δορικτήτῳ Διονύσῳ.
  12. οὐ μὲν ἐγὼ τελέσω σε διάκτορον· οὐ δύνασαι γὰρ
  13. λάτριον ἔργον ἔχειν οἰκοσσόον· ἀλλά σε μακροῖς
  14. οὔασι ῥιπίζοντα παρʼ εἰλαπίνῃσιν ἐάσω.
  15. ὣς εἰπὼν ἀπέπεμψεν ἀπειλείοντι προσώπῳ·
  16. καὶ πίνακος πτυκτοῖο μέσον κενεῶνα χαράξας
  17. τοῖον ἔπος ταχύμυθος ἐπέγραφε δίζυγι δέλτῳ·
  18. εἰ δύνασαι, Διόνυσε, κορύσσεο Δηριαδῆι.
  19. τοῖα μὲν εἰσαΐων πάλιν ἔδραμεν ἠχέτα κῆρυξ.
  20. Σειληνοὺς δʼ ἐκίχησε γεγηθότας· ἐξανιὼν δὲ