Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ
- καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.
- ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων
- ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ
- μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
- χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.
- καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας
- ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·
- Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει
- Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
- σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων·
- εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις
- Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.
- ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
- εἰρομένῳ τινὰ μῦθον, ἵνʼ ἀγγείλω Διονύσῳ.
- ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν·
- ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.
- αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,
- οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.
- ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης