Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,
  2. τόφρα δὲ Καυκασίοιο διʼ οὔρεος εἰς πόλιν Ἰνδῶν
  3. οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ
  4. ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,
  5. ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
  6. αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,
  7. αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,
  8. δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,
  9. ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,
  10. ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
  11. ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.
  12. ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,
  13. εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ
  14. ἑζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,
  15. ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
  16. καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν·
  17. οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει
  18. ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,
  19. ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,
  20. θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ