Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Θέτιδος βρυόεντι χυθεὶς ἐπεκέκλιτο κόλπῳ·
  2. Καδμείην δʼ ἀκόρητος ἑὴν εὔπαιδα τιθήνην
  3. αὐτοκασιγνήτην προσπτύξατο μητέρος Ἰνώ,
  4. καὶ φιλίῳ πήχυνε Παλαίμονα πολλάκι δεσμῷ
  5. σύντροφον ἰσοέτηρον. ἀδουπήτῳ δὲ πεδίλῳ
  6. οὐκέτι πουλυέλικτον ἀνακρούουσα χορείην,
  7. Βάκχου μὴ παρεόντος, ἀνεπτοίητο Μιμαλλὼν
  8. ἴχνια μαστεύουσα θαλασσοπόροιο Λυαίου·
  9. καὶ Σάτυρος φιλόμοχθος ἔχων ἀγέλαστον ὀπωπὴν
  10. ξείνῳ πένθεϊ κάμνεν, ὀριπλάγκτοισι δὲ χηλαῖς
  11. ἔτρεχον οἰστρήεντες ἀνὰ δρυμὰ Πᾶνες ἀλῆται,
  12. Πᾶνες, ἐρευνητῆρες ἀκηρύκτου Διονύσου·
  13. Σειληνὸς δʼ ἀχόρευτος, ἀκηδέα κύμβαλα ῥίψας,
  14. κεῖτο κατηφιόων· Κρονίη δʼ ἐλελίζετο Νύμφη
  15. Μάκρις ἀπενθήτοιο Διωνύσοιο τιθήνη,
  16. Βακχείης ὁμόδιφρος ἐυκνήμιδος ἀπήνης.
  17. ὣς οἱ μὲν δεδόνηντο κατηφέες· ἀχνυμένοις δὲ
  18. Σκέλμις ἀκυμάντοιο λιπὼν κευθμῶνα θαλάσσης
  19. πατρῴην ἀδίαντον ἑὴν ἤλαυνεν ἀπήνην,
  20. νόστον ἐπερχομένοιο προαγγέλλων Διονύσου.