Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστὸν πρώτιστον ἔχει χόλον ἐννοσιγαίου καὶ μόθον Ἀμβροσίης ῥηξήνορα καὶ λόχον Ἰνδῶν.
  2. οὐδὲ Δρυαντιάδης προτέρης ἐπελήσατο χάρμης·
  3. ἀλλὰ λαβὼν βουπλῆγα τὸ δεύτερον ἔνδοθι λόχμης ---
  4. ἔθνεα Βασσαρίδων διζήμενος. ἀμβροσίῃ δὲ
  5. δῶκε μένος καὶ θάρσος ἀρειμανές οὐράνιος Ζεύς,
  6. ἣ τότε βακχευθεῖσα κατάσχετος οἴδματι λύσσης
  7. μάρμαρον ἠέρταζε, καταιχμάζουσα Λυκούργου,
  8. καὶ βριαρήν τρυφάλειαν ἀπεστυφέλιξε κομάων.
  9. αὐτὰρ ὁ θαρσήεις ἐπεμάρνατο μείζονι πέτρῳ
  10. τρηχαλέῳ, καὶ στέρνα βοώπιδος ἤλασε Νύμφης·
  11. οὐδέ μιν ἐπρήνιξε, χόλῳ δʼ ἀνενείκατο φωνήν·
  12. Ἆρες, ἄναξ πολέμοιο, πάτερ κρατεροῖο Λυκούργου,
  13. αἰδόμενος σκοπίαζε τεὸν γόνον ἀντὶ Λυαίου
  14. οὐτιδανήν ἀσίδηρον ὀιστεύοντα γυναῖκα.
  15. πόντος ἐμόν βουπλῆγα βιάζεται· ἐν ῥοθίοις γὰρ
  16. κρύπτετο μὲν Διόνυσος, ἐγὼ δʼ ἄπρηκτος ὁδεύων
  17. ἵξομαι εἰς ἐμὸν ἄστυ, πόνον δʼ ἀτέλεστον ἀνήσω.
  18. ἔννεπεν· ἀμβροσίην δὲ μέσην γυιαλκέι δεσμῷ
  19. χειρὶ λαβὼν ἐπίεζε· καὶ ἤθελε δεσμὰ καθάψαι,
  20. οἷα δορικτήτην μετανάστιον εἰς δόμον ἕλκων,