Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης
- λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.
- καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
- Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ
- ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
- μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,
- αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,
- ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,
- πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,
- πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.
- καὶ τὰ κὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δʼ ἐνὶ πόντῳ
- θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς
- εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·
- καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,
- οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,
- μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·
- καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
- σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.
- ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς
- πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·