Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ σὺ Διὸς τεκέεσσιν όμοίιος· οὐ κτάνες ἰῷ
  2. Ὦτον ἀπειλητῆρα καὶ ὑψιπόδην Ἐφιάλτην,
  3. οὐ Τιτυὸν πτερόεντι τεῷ κατέπεφνες ὀτστῷ.
  4. οὐ θρασὺν Ὠρίωνα δυσίμερον, οὐ πρόμον Ἥρης
  5. Ἄργον, ἀεξικάκοιο βοοσκόπον υἱὸν ἀρούρης,
  6. Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων·
  7. ἀλλὰ παρὰ Σταφύλῳ καὶ Βότρυϊ κῶμον ὑφαίνεις,
  8. ἀκλειὴς ἀσίδηρος ἐποίνιον ὕμνον ἀείδων·
  9. αἰσχύνεις Σατύρων χθόνιον γένος, ὅττι καὶ αὐτοὶ
  10. Βακχιάδος ψαύοντες ἀναιμάκτοιο χορείης
  11. Ἄρεος ἐλπίδα πᾶσαν ἐπετρέψαντο κυπέλλοις.
  12. ἔστι καὶ εἰλαπίνη μετὰ φύλοπιν, ἔστι χορεύειν
  13. Ἰνδῴην μετὰ δῆριν ἔσω Σταφύλοιο μελάθρων·
  14. πηκτίδες ἄψ αὔουσιν ἐνυαλίην μετὰ νίκην·
  15. νόσφι πόνων οὐκ ἔστιν ἀνέμβατον αἰθέρα ναίειν·
  16. οὐ πέλε ῥηιδίη μακάρων ὁδός· ἐξ ἀρετῆς δὲ
  17. ἀτραπὸς Οὐλύμποιο θεόσσυτος εἰς πόλον ἕλκει.
  18. τέτλαθι καὶ σὺ πόνους πολυειδέας· οὐρανίην γὰρ
  19. Ἥρη σοὶ κοτέουσα Διὸς μαντεύεται αὐλήν.
  20. ὥς φαμένη πεπότητο. θεὸς δʼ ἀνεπήλατο λέκτρων,